Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.15 Dem. 23.18 (English) >>Dem. 23.21

23.17οὐκοῦν τῶν μὲν ἐχθρῶν ὁμοίως ἡμῖν τε κἀκείνῳ οὐδέποτʼ εἰς τοὺς ἡμετέρους ἥξει συμμάχους οὐδείς, οὔτʼ ἀποκτείνας ἐκεῖνον οὔτε μή, ὥστʼ οὐ κατὰ τούτων γέγραφεν ταύτην τὴν τιμωρίαν. τῶν δʼ ἡμετέρων μὲν φίλων, ἐκείνου δέ, ὅταν ἐγχειρῇ τι πράττειν ἐναντίον ὑμῖν, ἐχθρῶν, τούτων δή τίς ἐστιν τοῦτο τὸ ψήφισμα φοβηθεὶς ἂν καὶ φυλαξάμενος μὴ διʼ ἀνάγκην ἡμῖν εἰς ἔχθραν ἐλθεῖν. ἔστι τοίνυν οὗτος Ἀθηνόδωρος, Σίμων, Βιάνωρ, οἱ Θρᾴκης βασιλεῖς, ἄλλος ὅστις ἂν εἰς εὐεργεσίας μέρος καταθέσθαι βούλοιτο τὸ πράττειν ὑπεναντίʼ ἐκεῖνον ἐγχειροῦνθʼ ὑμῖν ἐπισχεῖν.

23.18ὧν μὲν τοίνυν ἕνεκʼ ἐρρήθη τὸ προβούλευμα, ἵνα κυρώσειεν δῆμος ἐξαπατηθείς, καὶ διʼ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, βουλόμενοι κωλῦσαι, ταῦτʼ ἐστίν, ἄνδρες Ἀθηναῖοι. δίκαιον δʼ ἐστὶν ἴσως ἔμʼ ὑπεσχημένον τρίʼ ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμʼ εἴρηται, δεύτερον δʼ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δʼ ὡς ἀνάξιος τυχεῖν τούτων γέγραπται, πάντων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσομένοις, τί πρῶτον τί δεύτερον τί τελευταῖον βουλομένοις ἀκούειν ὑμῖν ἐστιν. 23.19 τι δὴ βούλεσθε, ὁρᾶτε, ἵνα τοῦτο λέγω πρῶτον ὑμῖν. περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν. δὴ δέομαι καὶ ἀξιῶ παρὰ πάντων ὑμῶν τυχεῖν, δίκαια, ὥς γʼ ἐμαυτὸν πείθω· μηδεὶς ὑμῶν, ἄνδρες Ἀθηναῖοι, τῷ διεψεῦσθαι τοῦ Χαριδήμου καὶ νομίζειν εὐεργέτην εἶναι φιλονικῶν δυσχερέστερον τοὺς περὶ τῶν νόμων λόγους ἀκούσῃ μου, μηδʼ ἀποστερήσῃ διὰ τοῦτο μήθʼ ἑαυτὸν τοῦ θέσθαι τὴν ψῆφον εὔορκον μήτʼ ἐμὲ τοῦ διδάξαι περὶ πάντων ὑμᾶς ὡς βούλομαι. ἀλλὰ ποιησάσθω τὴν ἀκρόασιν ὡδί· καὶ σκοπεῖσθʼ ὡς δίκαιʼ ἐρῶ·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.15 Dem. 23.18 (English) >>Dem. 23.21

Powered by PhiloLogic